Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν,
  • παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ
  • κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος,
  • ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα,
  • ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω,
  • κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα,
  • εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
  • ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος
  • μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα.
  • παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων,
  • γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν·
  • νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει,
  • καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο,
  • κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί.
  • ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον.
  • χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
  • ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα·
  • ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
  • πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο
  • ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη.