Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,
  2. μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,
  3. ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας.
  4. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  5. δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·
  6. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  7. δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
  8. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  9. βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
  10. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  11. ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ
  12. Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας.
  13. Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
  14. ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο,
  15. οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν
  16. ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν
  17. υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
  18. ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος.
  19. ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς·
  20. τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων,