Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
  2. παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  3. Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι
  4. παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν.
  5. τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε·
  6. γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω·
  7. πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω,
  8. ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν·
  9. τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε,
  10. ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα
  11. ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι,
  12. τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω.
  13. τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα.
  14. τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
  15. χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι·
  16. μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ
  17. κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά.
  18. Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
  19. δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν,
  20. αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον·