Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
  2. δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω.
  3. ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος,
  4. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  5. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  6. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς,
  7. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
  8. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  9. αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
  10. τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
  11. ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
  12. ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
  13. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς
  14. τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
  15. οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε,
  16. ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
  17. ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν,
  18. δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα,
  19. ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
  20. ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε,