Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ
  • οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς
  • ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ,
  • χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
  • ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
  • οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
  • ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
  • ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  • νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  • οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  • ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  • ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  • καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
  • καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι,
  • ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  • τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  • ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  • ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
  • ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
  • ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη