Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  2. αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο
  3. οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
  4. ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
  5. δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
  6. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε
  8. χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
  9. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
  10. κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
  11. τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
  12. ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
  13. ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη,
  14. χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
  15. δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  16. ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
  17. ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι,
  18. εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες
  19. φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
  20. ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.