Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα·
  • ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον ἴσω
  • ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων,
  • ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων.
  • ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα.
  • καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο,
  • ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν·
  • στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης,
  • ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας.
  • αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών·
  • ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε.
  • τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
  • οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω.
  • τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  • ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων·
  • καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο,
  • δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
  • καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν.
  • ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί·
  • εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ