Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ
  2. τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν
  3. δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ·
  4. ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες,
  5. Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω.
  6. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς
  7. ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς
  8. καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι
  9. στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη
  10. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν.
  11. μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο·
  12. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  13. ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει,
  14. οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει.
  15. ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός.
  16. ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ
  17. δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν.
  18. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  19. νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο,
  20. εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς,