Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
  2. ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
  3. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
  4. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  5. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  6. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
  7. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν,
  8. ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν,
  9. αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
  10. καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον
  11. δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν
  12. αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
  13. δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος,
  14. ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
  15. τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν
  16. ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
  17. αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
  18. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν,
  19. οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
  20. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.