Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας,
  • ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν
  • ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα
  • ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο.
  • τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω
  • αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  • μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν
  • ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος·
  • αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι,
  • γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα.
  • κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.
  • νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει
  • οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα.
  • ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
  • μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο·
  • οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα
  • μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν,
  • αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα,
  • κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν·
  • ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν.