Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω
  2. αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη
  3. αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω
  4. δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
  5. τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης·
  6. ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει,
  7. γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην
  8. κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας
  9. γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης.
  10. ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε
  11. μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο;
  12. ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων
  13. οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.
  14. τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο,
  15. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν·
  16. ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη,
  17. οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα.
  18. ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν
  19. χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα.
  20. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες,