Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
  2. ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
  3. καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
  4. οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι.
  5. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  6. οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
  7. οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
  8. ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  9. ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς
  10. μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
  11. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
  12. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  13. ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
  14. σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων.
  15. αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
  16. μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
  17. τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι.
  18. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  19. ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας·
  20. ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·