Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  2. αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
  3. Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
  4. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων.
  5. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
  6. τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
  7. στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
  8. μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
  9. ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
  10. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
  11. μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς
  12. ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
  13. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  14. ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
  15. οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης,
  16. ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
  17. σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν.
  18. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον,
  19. καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
  20. νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω