Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον
  2. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  3. ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
  4. αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
  5. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
  6. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
  7. εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
  8. καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
  9. ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
  10. κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων·
  11. οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην
  12. σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
  13. αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
  14. στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
  15. δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
  16. ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
  17. τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
  18. σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν.
  19. καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
  20. ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,