Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
  2. ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
  3. γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι·
  4. ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος.
  5. βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
  6. πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
  7. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
  8. ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
  9. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  10. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
  11. τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
  12. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
  13. αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
  14. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην·
  15. ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
  16. ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
  17. πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
  18. ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
  19. ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας;
  20. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·