Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ
  2. φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν
  3. Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
  4. Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος,
  5. ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
  6. ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
  7. τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ
  8. δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
  9. γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
  10. ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
  11. ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
  12. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  13. ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων.
  14. ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα.
  15. ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
  16. δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ·
  17. εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε·
  18. μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας
  19. ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  20. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·