Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
  2. ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
  3. ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
  4. δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
  5. κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
  6. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
  7. αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
  8. μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
  9. ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
  10. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  11. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  12. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  13. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  14. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  15. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  16. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  17. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  18. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  19. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  20. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν