Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο·
  2. καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
  3. ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
  4. τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·
  5. Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
  6. τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
  7. ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους
  8. αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
  9. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  10. Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  11. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
  12. νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  13. οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
  14. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  15. τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
  16. ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
  17. ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,