Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  2. δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
  3. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  4. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  5. ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
  6. αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
  7. κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
  8. ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
  9. πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
  10. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
  11. ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
  12. πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
  13. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
  14. ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
  15. καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
  16. εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
  17. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
  18. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  19. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
  20. ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,