Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  2. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  3. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  4. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
  5. καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
  6. καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
  7. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
  8. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
  9. ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
  10. ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
  11. τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
  12. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
  13. ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
  14. ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
  15. κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
  16. πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
  17. ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
  18. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
  19. εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
  20. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον