Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
  • ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
  • καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
  • χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
  • καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
  • τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  • τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  • ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  • ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
  • ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
  • ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  • νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  • οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  • ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  • ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  • ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
  • ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
  • ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
  • ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
  • αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.