Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
  • οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
  • αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
  • μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
  • κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
  • Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
  • νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
  • ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
  • ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
  • δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
  • θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
  • ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
  • ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
  • ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
  • νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
  • ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  • πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
  • στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  • ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  • αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,