Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
  2. βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
  3. ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
  4. ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
  5. τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
  6. ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
  7. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
  8. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
  9. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
  10. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  11. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  12. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  13. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
  14. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  15. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
  16. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
  17. φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
  18. εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
  19. Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  20. εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.