Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
  2. πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
  3. ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
  4. ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε
  5. πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
  6. ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ
  7. κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
  8. ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν,
  9. ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
  10. ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν
  11. ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
  12. δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
  13. εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
  14. ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
  15. τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
  16. Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
  17. ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ
  18. ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
  19. αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
  20. ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι