Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
  2. ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν
  3. νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
  4. ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
  5. κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν
  6. παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
  7. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον
  8. πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
  9. καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο·
  10. Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
  11. πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ
  12. τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
  13. ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
  14. νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν
  15. ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
  16. αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς,
  17. Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
  18. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  19. χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
  20. ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται.