Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
  2. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  3. ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
  4. θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ·
  5. αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  6. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
  7. μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς
  8. ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
  9. εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
  10. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι
  11. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
  12. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης
  13. φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
  14. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη·
  15. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  16. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  17. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  18. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  19. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  20. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,