Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
  2. πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
  3. χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
  4. ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
  5. Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
  6. ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη·
  7. ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
  8. ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται·
  9. τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
  10. ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας·
  11. τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
  12. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών·
  13. γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
  14. χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
  15. αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών·
  16. νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε
  17. ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι
  18. χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
  19. αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
  20. αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.