Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους
  2. δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ,
  3. μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
  4. ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
  5. ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι
  6. δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
  7. ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς
  8. εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
  9. ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε
  10. Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
  11. ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
  12. μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
  13. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  14. τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
  15. ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
  16. πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
  17. στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν·
  18. ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
  19. χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·
  20. ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;