Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο,
  • δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι.
  • ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
  • αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι
  • πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
  • σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
  • ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.
  • ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  • ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ·
  • ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
  • οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
  • ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
  • εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα·
  • αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
  • καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη·
  • ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον,
  • ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
  • Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
  • ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.