ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃςἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλαςψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν·ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισιτῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησαθῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα,τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσιχερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα,γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,