Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
  • ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
  • οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
  • νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
  • τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
  • τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ.
  • παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
  • ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
  • τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
  • Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
  • τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
  • τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
  • Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες
  • οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
  • οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
  • τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ
  • ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
  • ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος
  • αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
  • ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.