Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
  2. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
  3. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν·
  4. ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης
  5. μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε.
  6. Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε.
  7. τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε·
  8. τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
  9. ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω·
  10. ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
  11. ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
  12. δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει
  13. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ.
  14. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  15. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
  16. εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν,
  17. πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
  18. καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
  19. πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι·
  20. καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην