Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
  • Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
  • ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
  • καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  • τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  • θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης·
  • οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη,
  • ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
  • σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
  • ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
  • φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
  • ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
  • ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα
  • εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
  • εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
  • ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
  • ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,
  • ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
  • αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις
  • ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,