Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
  • ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι.
  • νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
  • ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ·
  • αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
  • ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν
  • ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν.
  • ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
  • τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
  • καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες·
  • ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
  • αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
  • δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν·
  • οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
  • καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι
  • δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
  • ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
  • ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
  • ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
  • πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ