Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
  2. εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
  3. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  4. Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
  5. νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
  6. νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
  7. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
  8. αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
  9. μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
  10. εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
  11. πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
  12. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
  13. πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  14. νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
  15. ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
  16. ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  17. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  18. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
  19. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
  20. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν