Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  2. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  3. κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  4. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  5. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  6. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  7. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
  8. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
  9. νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
  10. ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  11. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
  12. ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες
  13. πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
  14. ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,
  15. ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
  16. εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  17. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  18. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  19. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
  20. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.