Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
  2. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
  3. θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
  4. αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
  5. τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
  6. ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
  7. λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
  8. τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
  9. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
  10. κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
  11. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  12. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  13. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  14. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  15. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  16. δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
  17. Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
  18. ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
  19. τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
  20. οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς