Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
  2. σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή·
  3. αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς,
  4. καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
  5. ὀτρύνων, καὶ δʼ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι.
  6. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες
  7. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
  8. καὶ τότε δὴ σπείσαντες ἔβαν κλισίην δὲ ἕκαστος,
  9. ἔνθα δὲ κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.