Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  2. Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  3. χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.
  4. ὣς ἔφατʼ· εἰσὶ καὶ οἵδε τάδʼ εἰπέμεν, οἵ μοι ἕποντο,
  5. Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω.
  6. Φοῖνιξ δʼ αὖθʼ ὃ γέρων κατελέξατο, ὡς γὰρ ἀνώγει,
  7. ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδʼ ἕπηται
  8. αὔριον, ἢν ἐθέλῃσιν· ἀνάγκῃ δʼ οὔ τί μιν ἄξει.
  9. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
  10. μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσε.
  11. δὴν δʼ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν·
  12. ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
  13. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  14. μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
  15. μυρία δῶρα διδούς· ὃ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως·
  16. νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.
  17. ἀλλʼ ἤτοι κεῖνον μὲν ἐάσομεν ἤ κεν ἴῃσιν
  18. ἦ κε μένῃ· τότε δʼ αὖτε μαχήσεται ὁππότε κέν μιν
  19. θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ.
  20. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·