Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Φόρβαντος θυγάτηρ Διομήδη καλλιπάρῃος.
  2. Πάτροκλος δʼ ἑτέρωθεν ἐλέξατο· πὰρ δʼ ἄρα καὶ τῷ
  3. Ἶφις ἐΰζωνος, τήν οἱ πόρε δῖος Ἀχιλλεὺς
  4. Σκῦρον ἑλὼν αἰπεῖαν Ἐνυῆος πτολίεθρον.
  5. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο.
  6. τοὺς μὲν ἄρα χρυσέοισι κυπέλλοις υἷες Ἀχαιῶν
  7. δειδέχατʼ ἄλλοθεν ἄλλος ἀνασταδόν, ἔκ τʼ ἐρέοντο·
  8. πρῶτος δʼ ἐξερέεινεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·
  9. εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν
  10. ἤ ῥʼ ἐθέλει νήεσσιν ἀλεξέμεναι δήϊον πῦρ,
  11. ἦ ἀπέειπε, χόλος δʼ ἔτʼ ἔχει μεγαλήτορα θυμόν;
  12. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  13. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  14. κεῖνός γʼ οὐκ ἐθέλει σβέσσαι χόλον, ἀλλʼ ἔτι μᾶλλον
  15. πιμπλάνεται μένεος, σὲ δʼ ἀναίνεται ἠδὲ σὰ δῶρα.
  16. αὐτόν σε φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
  17. ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν·
  18. αὐτὸς δʼ ἠπείλησεν ἅμʼ ἠοῖ φαινομένηφι
  19. νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν ἀμφιελίσσας.
  20. καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι