Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. πάντά τί μοι κατὰ θυμὸν ἐείσαο μυθήσασθαι·
  2. ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ ὁππότε κείνων
  3. μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν
  4. Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
  5. ἀλλʼ ὑμεῖς ἔρχεσθε καὶ ἀγγελίην ἀπόφασθε·
  6. οὐ γὰρ πρὶν πολέμοιο μεδήσομαι αἱματόεντος
  7. πρίν γʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  8. Μυρμιδόνων ἐπί τε κλισίας καὶ νῆας ἱκέσθαι
  9. κτείνοντʼ Ἀργείους, κατά τε σμῦξαι πυρὶ νῆας.
  10. ἀμφὶ δέ τοι τῇ ἐμῇ κλισίῃ καὶ νηῒ μελαίνῃ
  11. Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω.
  12. ὣς ἔφαθʼ, οἳ δὲ ἕκαστος ἑλὼν δέπας ἀμφικύπελλον
  13. σπείσαντες παρὰ νῆας ἴσαν πάλιν· ἦρχε δʼ Ὀδυσσεύς.
  14. Πάτροκλος δʼ ἑτάροισιν ἰδὲ δμωῇσι κέλευσε
  15. Φοίνικι στορέσαι πυκινὸν λέχος ὅττι τάχιστα.
  16. αἳ δʼ ἐπιπειθόμεναι στόρεσαν λέχος ὡς ἐκέλευσε
  17. κώεά τε ῥῆγός τε λίνοιό τε λεπτὸν ἄωτον.
  18. ἔνθʼ ὃ γέρων κατέλεκτο καὶ ἠῶ δῖαν ἔμιμνεν.
  19. αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης εὐπήκτου·
  20. τῷ δʼ ἄρα παρκατέλεκτο γυνή, τὴν Λεσβόθεν ἦγε,