Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐξείπω καὶ πάντα διίξομαι· οὐδέ κέ τίς μοι
  2. μῦθον ἀτιμήσειʼ, οὐδὲ κρείων Ἀγαμέμνων.
  3. ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος
  4. ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
  5. ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
  6. δόρπά τʼ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
  7. λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
  8. κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα
  9. Ἀτρεΐδη σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτατός ἐσσι.
  10. δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.
  11. πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν
  12. ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσι·
  13. πᾶσά τοί ἐσθʼ ὑποδεξίη, πολέεσσι δʼ ἀνάσσεις.
  14. πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι ὅς κεν ἀρίστην
  15. βουλὴν βουλεύσῃ· μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
  16. ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήϊοι ἐγγύθι νηῶν
  17. καίουσιν πυρὰ πολλά· τίς ἂν τάδε γηθήσειε;
  18. νὺξ δʼ ἧδʼ ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
  19. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
  20. ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν ἐσσεύοντο