Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • καὶ κύνας· οὐ μὲν γάρ κε δάμη παύροισι βροτοῖσι·
  • τόσσος ἔην, πολλοὺς δὲ πυρῆς ἐπέβησʼ ἀλεγεινῆς.
  • ἣ δʼ ἀμφʼ αὐτῷ θῆκε πολὺν κέλαδον καὶ ἀϋτὴν
  • ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι,
  • Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων.
  • ὄφρα μὲν οὖν Μελέαγρος ἄρηι φίλος πολέμιζε,
  • τόφρα δὲ Κουρήτεσσι κακῶς ἦν, οὐδὲ δύναντο
  • τείχεος ἔκτοσθεν μίμνειν πολέες περ ἐόντες·
  • ἀλλʼ ὅτε δὴ Μελέαγρον ἔδυ χόλος, ὅς τε καὶ ἄλλων
  • οἰδάνει ἐν στήθεσσι νόον πύκα περ φρονεόντων,
  • ἤτοι ὃ μητρὶ φίλῃ Ἀλθαίῃ χωόμενος κῆρ
  • κεῖτο παρὰ μνηστῇ ἀλόχῳ καλῇ Κλεοπάτρῃ
  • κούρῃ Μαρπήσσης καλλισφύρου Εὐηνίνης
  • Ἴδεώ θʼ, ὃς κάρτιστος ἐπιχθονίων γένετʼ ἀνδρῶν
  • τῶν τότε· καί ῥα ἄνακτος ἐναντίον εἵλετο τόξον
  • Φοίβου Ἀπόλλωνος καλλισφύρου εἵνεκα νύμφης,
  • τὴν δὲ τότʼ ἐν μεγάροισι πατὴρ καὶ πότνια μήτηρ
  • Ἀλκυόνην καλέεσκον ἐπώνυμον, οὕνεκʼ ἄρʼ αὐτῆς
  • μήτηρ ἀλκυόνος πολυπενθέος οἶτον ἔχουσα
  • κλαῖεν ὅ μιν ἑκάεργος ἀνήρπασε Φοῖβος Ἀπόλλων·