Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἡρώων, ὅτε κέν τινʼ ἐπιζάφελος χόλος ἵκοι·
  • δωρητοί τε πέλοντο παράρρητοί τʼ ἐπέεσσι.
  • μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι οὔ τι νέον γε
  • ὡς ἦν· ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισι.
  • Κουρῆτές τʼ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι
  • ἀμφὶ πόλιν Καλυδῶνα καὶ ἀλλήλους ἐνάριζον,
  • Αἰτωλοὶ μὲν ἀμυνόμενοι Καλυδῶνος ἐραννῆς,
  • Κουρῆτες δὲ διαπραθέειν μεμαῶτες Ἄρηϊ.
  • καὶ γὰρ τοῖσι κακὸν χρυσόθρονος Ἄρτεμις ὦρσε
  • χωσαμένη ὅ οἱ οὔ τι θαλύσια γουνῷ ἀλωῆς
  • Οἰνεὺς ῥέξʼ· ἄλλοι δὲ θεοὶ δαίνυνθʼ ἑκατόμβας,
  • οἴῃ δʼ οὐκ ἔρρεξε Διὸς κούρῃ μεγάλοιο.
  • ἢ λάθετʼ ἢ οὐκ ἐνόησεν· ἀάσατο δὲ μέγα θυμῷ.
  • ἣ δὲ χολωσαμένη δῖον γένος ἰοχέαιρα
  • ὦρσεν ἔπι χλούνην σῦν ἄγριον ἀργιόδοντα,
  • ὃς κακὰ πόλλʼ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν·
  • πολλὰ δʼ ὅ γε προθέλυμνα χαμαὶ βάλε δένδρεα μακρὰ
  • αὐτῇσιν ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.
  • τὸν δʼ υἱὸς Οἰνῆος ἀπέκτεινεν Μελέαγρος
  • πολλέων ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας