Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἣ δʼ ἄτη σθεναρή τε καὶ ἀρτίπος, οὕνεκα πάσας
  • πολλὸν ὑπεκπροθέει, φθάνει δέ τε πᾶσαν ἐπʼ αἶαν
  • βλάπτουσʼ ἀνθρώπους· αἳ δʼ ἐξακέονται ὀπίσσω.
  • ὃς μέν τʼ αἰδέσεται κούρας Διὸς ἆσσον ἰούσας,
  • τὸν δὲ μέγʼ ὤνησαν καί τʼ ἔκλυον εὐχομένοιο·
  • ὃς δέ κʼ ἀνήνηται καί τε στερεῶς ἀποείπῃ,
  • λίσσονται δʼ ἄρα ταί γε Δία Κρονίωνα κιοῦσαι
  • τῷ ἄτην ἅμʼ ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ.
  • ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σὺ Διὸς κούρῃσιν ἕπεσθαι
  • τιμήν, ἥ τʼ ἄλλων περ ἐπιγνάμπτει νόον ἐσθλῶν.
  • εἰ μὲν γὰρ μὴ δῶρα φέροι τὰ δʼ ὄπισθʼ ὀνομάζοι
  • Ἀτρεΐδης, ἀλλʼ αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι,
  • οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην
  • Ἀργείοισιν ἀμυνέμεναι χατέουσί περ ἔμπης·
  • νῦν δʼ ἅμα τʼ αὐτίκα πολλὰ διδοῖ τὰ δʼ ὄπισθεν ὑπέστη,
  • ἄνδρας δὲ λίσσεσθαι ἐπιπροέηκεν ἀρίστους
  • κρινάμενος κατὰ λαὸν Ἀχαιϊκόν, οἵ τε σοὶ αὐτῷ
  • φίλτατοι Ἀργείων· τῶν μὴ σύ γε μῦθον ἐλέγξῃς
  • μηδὲ πόδας· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  • οὕτω καὶ τῶν πρόσθεν ἐπευθόμεθα κλέα ἀνδρῶν