Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • καί σε τοσοῦτον ἔθηκα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  • ἐκ θυμοῦ φιλέων, ἐπεὶ οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ
  • οὔτʼ ἐς δαῖτʼ ἰέναι οὔτʼ ἐν μεγάροισι πάσασθαι,
  • πρίν γʼ ὅτε δή σʼ ἐπʼ ἐμοῖσιν ἐγὼ γούνεσσι καθίσσας
  • ὄψου τʼ ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών.
  • πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
  • οἴνου ἀποβλύζων ἐν νηπιέῃ ἀλεγεινῇ.
  • ὣς ἐπὶ σοὶ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
  • τὰ φρονέων ὅ μοι οὔ τι θεοὶ γόνον ἐξετέλειον
  • ἐξ ἐμεῦ· ἀλλὰ σὲ παῖδα θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ
  • ποιεύμην, ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς.
  • ἀλλʼ Ἀχιλεῦ δάμασον θυμὸν μέγαν· οὐδέ τί σε χρὴ
  • νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί,
  • τῶν περ καὶ μείζων ἀρετὴ τιμή τε βίη τε.
  • καὶ μὲν τοὺς θυέεσσι καὶ εὐχωλῇς ἀγανῇσι
  • λοιβῇ τε κνίσῃ τε παρατρωπῶσʼ ἄνθρωποι
  • λισσόμενοι, ὅτε κέν τις ὑπερβήῃ καὶ ἁμάρτῃ.
  • καὶ γάρ τε λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο
  • χωλαί τε ῥυσαί τε παραβλῶπές τʼ ὀφθαλμώ,
  • αἵ ῥά τε καὶ μετόπισθʼ ἄτης ἀλέγουσι κιοῦσαι.