αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι,πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦςἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇεὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,πολλὸν δʼ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.εἰνάνυχες δέ μοι ἀμφʼ αὐτῷ παρὰ νύκτας ἴαυον·οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτʼ ἔσβηπῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσῃ εὐερκέος αὐλῆς,ἄλλο δʼ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.ἀλλʼ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,καὶ τότʼ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίαςῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆςῥεῖα, λαθὼν φύλακάς τʼ ἄνδρας δμῳάς τε γυναῖκας.φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο,Φθίην δʼ ἐξικόμην ἐριβώλακα μητέρα μήλωνἐς Πηλῆα ἄναχθʼ· ὃ δέ με πρόφρων ὑπέδεκτο,καί μʼ ἐφίλησʼ ὡς εἴ τε πατὴρ ὃν παῖδα φιλήσῃμοῦνον τηλύγετον πολλοῖσιν ἐπὶ κτεάτεσσι,καί μʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ μοι ὤπασε λαόν·ναῖον δʼ ἐσχατιὴν Φθίης Δολόπεσσιν ἀνάσσων.