Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀπτολέμους τʼ ἔμεναι καὶ ἀνάλκιδας ὡς ἀγορεύεις;
  2. εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται ὥς τε νέεσθαι
  3. ἔρχεο· πάρ τοι ὁδός, νῆες δέ τοι ἄγχι θαλάσσης
  4. ἑστᾶσʼ, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
  5. ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ
  6. εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ
  7. φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
  8. νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ
  9. Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
  10. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
  11. μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο.
  12. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ·
  13. Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι,
  14. καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος.
  15. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
  16. οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων.
  17. ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης
  18. ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις
  19. Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες.
  20. ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,