Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • οὐ γὰρ ἐμοὶ ψυχῆς ἀντάξιον οὐδʼ ὅσα φασὶν
  • Ἴλιον ἐκτῆσθαι εὖ ναιόμενον πτολίεθρον
  • τὸ πρὶν ἐπʼ εἰρήνης, πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν,
  • οὐδʼ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
  • Φοίβου Ἀπόλλωνος Πυθοῖ ἔνι πετρηέσσῃ.
  • ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα,
  • κτητοὶ δὲ τρίποδές τε καὶ ἵππων ξανθὰ κάρηνα,
  • ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ
  • οὔθʼ ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων.
  • μήτηρ γάρ τέ μέ φησι θεὰ Θέτις ἀργυρόπεζα
  • διχθαδίας κῆρας φερέμεν θανάτοιο τέλος δέ.
  • εἰ μέν κʼ αὖθι μένων Τρώων πόλιν ἀμφιμάχωμαι,
  • ὤλετο μέν μοι νόστος, ἀτὰρ κλέος ἄφθιτον ἔσται·
  • εἰ δέ κεν οἴκαδʼ ἵκωμι φίλην ἐς πατρίδα γαῖαν,
  • ὤλετό μοι κλέος ἐσθλόν, ἐπὶ δηρὸν δέ μοι αἰὼν
  • ἔσσεται, οὐδέ κέ μʼ ὦκα τέλος θανάτοιο κιχείη.
  • καὶ δʼ ἂν τοῖς ἄλλοισιν ἐγὼ παραμυθησαίμην
  • οἴκαδʼ ἀποπλείειν, ἐπεὶ οὐκέτι δήετε τέκμωρ
  • Ἰλίου αἰπεινῆς· μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
  • χεῖρα ἑὴν ὑπερέσχε, τεθαρσήκασι δὲ λαοί.