Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσεται, οὐδʼ ὅσα Θήβας
  • Αἰγυπτίας, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται,
  • αἵ θʼ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δʼ ἀνʼ ἑκάστας
  • ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·
  • οὐδʼ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε,
  • οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσειʼ Ἀγαμέμνων
  • πρίν γʼ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην.
  • κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
  • οὐδʼ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
  • ἔργα δʼ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι·
  • οὐδέ μιν ὧς γαμέω· ὃ δʼ Ἀχαιῶν ἄλλον ἑλέσθω,
  • ὅς τις οἷ τʼ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν.
  • ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδʼ ἵκωμαι,
  • Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός.
  • πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε
  • κοῦραι ἀριστήων, οἵ τε πτολίεθρα ῥύονται,
  • τάων ἥν κʼ ἐθέλωμι φίλην ποιήσομʼ ἄκοιτιν.
  • ἔνθα δέ μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ
  • γήμαντα μνηστὴν ἄλοχον ἐϊκυῖαν ἄκοιτιν
  • κτήμασι τέρπεσθαι τὰ γέρων ἐκτήσατο Πηλεύς·